Psalms 59

1
LXX: Psa.58:1
εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ Εἰς στηλογραφιαν ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐφύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν.
LXX: Psa.58:2
Ἐξελοῦ με· ἐκ τῶν ἐχθρῶν μου, θεός, καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπ' ἐμὲ λύτρωσαί με
2
LXX: Psa.58:3
ῥῦσαί με. ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με
3
LXX: Psa.58:4
ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ' ἐμὲ κραταιοί. οὔτε ἀνομία μου, οὔτε ἁμαρτία μου κύριε·
4
LXX: Psa.58:5
ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυναν· ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ.
5
LXX: Psa.58:6
καὶ σύ, κύριε θεὸς τῶν δυνάμεων θεὸς Ισραηλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη, μὴ οἰκτιρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. διάψαλμα.
6
LXX: Psa.58:7
ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλωσουσιν πόλιν.
7
LXX: Psa.58:8
ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν;
8
LXX: Psa.58:9
καὶ σύ, κύριε, ἐκγελάσῃ αὐτούς, ἐξουδενώσεις πάντα τὰ ἔθνη.
9
LXX: Psa.58:10
τὸ κράτος μου, πρὸς σὲ φυλάξω, ὅτι θεὸς ἀντιλήμπτωρ μου εἶ.
10
LXX: Psa.58:11
θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με· θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου.
11
LXX: Psa.58:12
μὴ ἀποκτείνῃς αὐτούς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ μου· διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου καὶ κατάγαγε αὐτούς, ὑπερασπιστής μου κύριε.
12
LXX: Psa.58:13
ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν, καὶ συλλημφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι
13
LXX: Psa.58:14
ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν· καὶ γνώσονται ὅτι θεὸς δεσπόζει τοῦ Ιακωβ, τῶν περατων τῆς γῆς. διάψαλμα.
14
LXX: Psa.58:15
ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλωσουσιν πόλιν.
15
LXX: Psa.58:16
αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσιν, καὶ γογγύσουσιν.
16
LXX: Psa.58:17
ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου, καὶ ἀγαλλιάσομαι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου. καὶ καταφυγὴ ἐν ἡμέρᾳ θλίψεώς μου
17
LXX: Psa.58:18
βοηθός μου, σοὶ ψαλῶ, ὅτι, θεός, ἀντιλήμπτωρ μου, εἶ, θεός μου. τὸ ἔλεός μου
Copyright information for LXX